Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.236 Joseph. AJ 16.241 (English) >>Joseph. AJ 16.246

16.239ἤδη γοῦν οἰκείας τινὲς ἔχθρας ἐπεξῄεσαν τῷ τοιούτῳ τρόπῳ καὶ καταφωραθέντες ἐν τοῖς ὁμοίοις ἐγένοντο, τὸν καιρὸν ὥσπερ ὄργανον καὶ πάγην ἐπὶ τοὺς ἐχθροὺς νοοῦντες καὶ συναλισκόμενοι τῇ πείρᾳ, καθʼ ἣν ἑτέροις ἐπεβούλευον. 16.240 τε γὰρ μετάνοια τῷ βασιλεῖ ταχὺ διὰ τὸ μὴ προφανῶς ἁμαρτάνοντας ἀναιρεῖν ἐπεγίνετο καὶ ταύτης τὸ χαλεπὸν οὐκ εἰς τὸ παύσασθαι τὰ ὅμοια δρᾶν, ἀλλʼ εἰς τὸ τιμωρήσασθαι τοῖς ἴσοις τοὺς ἐνδειξαμένους ἀπηρτίζετο. 16.241

Τοιαύτη μὲν ἦν τῶν περὶ τὴν αὐλὴν ταραχή. πολλοῖς δὲ τῶν φίλων ἤδη καὶ τοῦτʼ αὐτὸ προεῖπεν, ὡς οὔτʼ ἐμφανίζεσθαι δέον αὐτῷ λοιπὸν οὔτʼ εἰς τὸ βασίλειον εἰσιέναι. ταύτην δὲ τὴν παραγγελίαν ἐποιεῖτο καθʼ ὧν παρρησία ἐλάττονος πλείονος ἐντροπῆς μετειλήφει· 16.242καὶ γὰρ Ἀνδρόμαχον καὶ Γέμελλον ἄνδρας ἄνωθεν φίλους αὐτῷ, καὶ πολλὰ μὲν περὶ τὰς βασιλικὰς χρείας ἔν τε πρεσβείαις καὶ συμβουλίαις ὀνήσαντας αὐτοῦ τὸν οἶκον, συμπαιδεύσαντας δὲ τοὺς υἱοὺς καὶ τί γὰρ πρῶτον παρρησίας τόπον ἐσχηκότας παρῃτήσατο τότε, 16.243τὸν μὲν, ὅτι Δημήτριος παῖς αὐτοῦ συνήθης ἦν Ἀλεξάνδρῳ, Γέμελλον δὲ εὔνουν ἐπιστάμενος ἐκείνῳ· καὶ γὰρ ἐν ταῖς τροφαῖς κἀν τῇ παιδείᾳ παραγεγόνει καὶ τὴν ἐν τῇ Ῥώμῃ συνδιέτριβεν ἀποδημίαν. παρῃτήσατο δὲ καὶ τούτους ἡδέως μὲν ἂν καὶ χεῖρον, ὑπὸ δὲ τοῦ μὴ κατʼ ἀνδρῶν οὐκ ἀσήμων ἔχειν τὴν ἄχρι τοσούτων παρρησίαν τήν τε τιμὴν καὶ τὸ δύνασθαι κωλύειν ἁμαρτάνοντας παραιρούμενος



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.236 Joseph. AJ 16.241 (English) >>Joseph. AJ 16.246

Powered by PhiloLogic